Bible liblary


Bible » Byzantine Textform 2005

ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 8 κεφάλαιο

1 Περὶ δὲ τῶν εἰδωλοθύτων, οἴδαμεν ὅτι πάντες γνῶσιν ἔχομεν. Ἡ γνῶσις φυσιοῖ, ἡ δὲ ἀγάπη οἰκοδομεῖ.
2 Εἰ δέ* τις δοκεῖ εἰδέναι* τι, οὐδέπω* οὐδὲν ἔγνωκεν καθὼς δεῖ γνῶναι·
3 εἰ δέ τις ἀγαπᾷ τὸν θεόν, οὗτος ἔγνωσται ὑπʼ αὐτοῦ.
4 Περὶ τῆς βρώσεως οὖν τῶν εἰδωλοθύτων, οἴδαμεν ὅτι οὐδὲν εἴδωλον ἐν κόσμῳ, καὶ ὅτι οὐδεὶς θεὸς ἕτερος* εἰ μὴ εἷς.
5 Καὶ γὰρ εἴπερ εἰσὶν λεγόμενοι θεοί, εἴτε ἐν οὐρανῷ εἴτε ἐπὶ°° γῆς· ὥσπερ εἰσὶν θεοὶ πολλοί, καὶ κύριοι πολλοί·
6 ἀλλʼ ἡμῖν εἷς θεὸς ὁ πατήρ, ἐξ οὗ τὰ πάντα, καὶ ἡμεῖς εἰς αὐτόν· καὶ εἷς κύριος Ἰησοῦς χριστός, διʼ οὗ τὰ πάντα, καὶ ἡμεῖς διʼ αὐτοῦ.
7 Ἀλλʼ οὐκ ἐν πᾶσιν ἡ γνῶσις· τινὲς δὲ τῇ συνειδήσει* τοῦ εἰδώλου ἕως ἄρτι ὡς εἰδωλόθυτον ἐσθίουσιν, καὶ ἡ συνείδησις αὐτῶν ἀσθενὴς οὖσα μολύνεται.
8 Βρῶμα δὲ ἡμᾶς οὐ παρίστησιν* τῷ θεῷ· οὔτε γὰρ* ἐὰν φάγωμεν περισσεύομεν, οὔτε ἐὰν μὴ φάγωμεν ὑστερούμεθα.
9 Βλέπετε δὲ μήπως* ἡ ἐξουσία ὑμῶν αὕτη πρόσκομμα γένηται τοῖς ἀσθενοῦσιν.*
10 Ἐὰν γάρ τις ἴδῃ σε τὸν ἔχοντα γνῶσιν ἐν εἰδωλείῳ κατακείμενον, οὐχὶ ἡ συνείδησις αὐτοῦ ἀσθενοῦς ὄντος οἰκοδομηθήσεται εἰς τὸ τὰ εἰδωλόθυτα ἐσθίειν;
11 Καὶ* ἀπολεῖται ὁ ἀσθενῶν ἀδελφὸς* ἐπὶ τῇ σῇ γνώσει,* διʼ ὃν χριστὸς ἀπέθανεν;
12 Οὕτως δὲ ἁμαρτάνοντες εἰς τοὺς ἀδελφούς, καὶ τύπτοντες αὐτῶν τὴν συνείδησιν ἀσθενοῦσαν, εἰς χριστὸν ἁμαρτάνετε.
13 Διόπερ εἰ βρῶμα σκανδαλίζει τὸν ἀδελφόν μου, οὐ μὴ φάγω κρέα εἰς τὸν αἰῶνα, ἵνα μὴ τὸν ἀδελφόν μου σκανδαλίσω.

Πρὸς Κορινθίους Αʹ, 8 chapter


2022. Created with love for those who ponder God and seek for Him.